Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.146 Dem. 20.149 (English) >>Dem. 20.152

20.148καὶ μὴν πρός γʼ Ἀριστοφῶντα πολλὰ καὶ δίκαιʼ ἂν ἔχειν εἰπεῖν οἶμαι. οὗτος εὕρετο τὴν δωρειὰν παρʼ ὑμῖν, ἐν τοῦτʼ ἐνῆν. καὶ οὐ τοῦτʼ ἐπιτιμῶ· δεῖ γὰρ ἐφʼ ὑμῖν εἶναι διδόναι τὰ ὑμέτερʼ αὐτῶν οἷς ἂν βούλησθε. ἀλλʼ ἐκεῖνό γʼ οὐχὶ δίκαιον εἶναί φημι, τὸ ὅτε μὲν τούτῳ ταῦτʼ ἔμελλεν ὑπάρχειν λαβόντι, μηδὲν ἡγεῖσθαι δεινόν, ἐπειδὴ δʼ ἑτέροις δέδοται, τηνικαῦτʼ ἀγανακτεῖν καὶ πείθειν ὑμᾶς ἀφελέσθαι. 20.149καὶ μὴν καὶ Γελάρχῳ πέντε τάλαντʼ ἀποδοῦναι γέγραφʼ οὗτος ὡς παρασχόντι τοῖς ἐν Πειραιεῖ τοῦ δήμου, καὶ καλῶς ἐποίει. μὴ τοίνυν μὲν ἦν ἀμάρτυρα, ταῦτʼ ἐπὶ τῇ τοῦ δήμου προφάσει διὰ σοῦ δεδόσθω, ὧν δʼ αὐτὸς δῆμος μαρτυρίας ἔστησεν ἐν τοῖς ἱεροῖς ἀναγράψας καὶ πάντες συνίσασιν, ταῦτʼ ἀφελέσθαι παραίνει· μηδʼ αὑτὸς φαίνου τά τʼ ὀφειλόμενʼ ὡς ἀποδοῦναι δεῖ γράφων, καὶ τις παρὰ τοῦ δήμου κεκόμισται, ταῦτʼ ἀφελέσθαι παραινῶν. 20.150καὶ μὴν πρός γε Κηφισόδοτον τοσοῦτʼ ἂν εἴποιμι. οὗτός ἐστιν οὐδενὸς ἧττον, ἄνδρες Ἀθηναῖοι, τῶν λεγόντων δεινὸς εἰπεῖν. πολὺ τοίνυν κάλλιον τῇ δεινότητι ταύτῃ χρῆσθαι ἐπὶ τὸ τοὺς ἀδικοῦντας ὑμᾶς κολάζειν τοὺς ἀγαθοῦ τινὸς αἰτίους ἀδικεῖν. εἰ γὰρ ἀπεχθάνεσθαί τισι δεῖ, τοῖς ἀδικοῦσι τὸν δῆμον, οὐ τοῖς ἀγαθόν τι ποιοῦσιν ἔγωγε νομίζω δεῖν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.146 Dem. 20.149 (English) >>Dem. 20.152

Powered by PhiloLogic